TLG 2182 003 :: STAPHYLUS :: Fragmenta

STAPHYLUS Hist.
(Naucratites: a. 2 B.C.)

Fragmenta

Source: Müller, K. (ed.), FHG 4. Paris: Didot, 1841–1870: 505–507.

  • frr. 1–13
  • fr. 11 verba Latine solum

Citation: Fragment — (line)

t1-5

ΠΕΡΙ ΘΕΤΤΑΛΩΝ.

1

Schol. Apoll. Rh. I, 580: Στάφυλος δὲ ὁ Ναυ‐ κρατίτης Πελασγόν φησιν Ἀργεῖον τὸ γένος, μετοικῆσαι δὲ εἰς Θεσσαλίαν, καὶ ἀπ’ αὐτοῦ Πελασγίαν τὴν Θεσ‐ σαλίαν κληθῆναι.

t2-5

E LIBRO TERTIO.

2

Idem ib. IV, 816: Στάφυλος δὲ ἐν τρίτῳ τῶν Περὶ Θεσσαλίαν ἱστορεῖ Χείρωνα, σοφὸν ὄντα καὶ ἀστρονο‐ μίας ἔμπειρον, βουλόμενον τὸν Πηλέα ἔνδοξον ποιῆσαι, μεταπέμψασθαι τὴν Ἄκτορος θυγατέρα τοῦ Μυρμιδό‐
5νος, καὶ λόγους διασπεῖραι, ὅτι μέλλει γαμεῖν τὴν Θέτιν ὁ Πηλεὺς, Διὸς διδόντος αὐτῷ· οἱ δὲ θεοὶ μετ’ ὄμβρου καὶ χειμῶνος ἥξουσιν εἰς τὸν γάμον. Ταῦτα φημίσας, παρετήρει τὸν χρόνον, ἐν ᾧ ὑδάτων ἔμελλεν
ἔσεσθαι ἐπομβρία καὶ πνεύματα ἐξαίσια, καὶ τότε δί‐505
10δωσι Πηλεῖ Φιλομήλαν. Καὶ οὕτως ἐπεκράτησεν ἡ φή‐ μη, ὅτι τὴν Θέτιν ἔγημε.

3

Schol. Iliad. II, 175: Ἐκ τίνος Πηλεὺς Πολυδώ‐ ραν ἔσχεν; ὡς μὲν Στάφυλος ἐν τῇ γʹ (al. ϛʹ) Θεσσα‐ λικῶν, ἐξ Εὐρυδίκης τῆς Ἄκτορος θυγατρός· Φερεκύδης δὲ ἐξ Ἀντιγόνης τῆς Εὐρυτίωνος, ἄλλοι
5δὲ ἐκ Λαοδαμείας τῆς Ἀλκμαίωνος.

4

Harpocration: Πενέσται παρὰ Θετταλοῖς καλοῦν‐ ται οἵπερ παρὰ Λακεδαιμονίοις Εἵλωτες ... Διείλεκται δὲ περὶ αὐτῶν ἐπὶ πλέον Στάφυλος ἐν τῇ γʹ Περὶ Θετ‐ ταλῶν. Οὐ μόνον δὲ αὐτοὺς Πενέστας καλεῖσθαί φησι,
5ἀλλὰ καὶ Θετταλοικέτας.

5

Argument. Eur. Medeae: Στάφυλος δέ φησι τὸν Ἰάσονα τρόπον τινὰ ὑπὸ τῆς Μηδείας ἀναιρεθῆναι· ἐγκελεύσασθαι γὰρ αὐτὴν ὑπὸ τῇ πρύμνῃ τῆς Ἀργοῦς αὐτὸν κατακοιμηθῆναι, μελλούσης τῆς νεὼς διαλύεσθαι
5ὑπὸ τοῦ χρόνου· ἐπιπεσούσης γοῦν τῆς πρύμνης τῷ Ἰάσονι, τελευτῆσαι αὐτόν.

t6

ΠΕΡΙ ΑΘΗΝΩΝ. E LIBRO PRIMO.

6

Harpocration: Ἐπίβοιον ... Φιλόχορος ἐν βʹ φη‐ σὶν οὕτως· «Ἐὰν δέ τις τῇ Ἀθηνᾷ θύῃ βοῦν, ἀναγ‐ καῖόν ἐστι καὶ τῇ Πανδρόσῳ θύειν ὄϊν, καὶ ἐκαλεῖτο τὸ θῦμα ἐπίβοιον.» Ὁμοίως καὶ Στάφυλος ἐν αʹ τῶν
5Περὶ Ἀθηνῶν.

t7

ΠΕΡΙ ΑΙΟΛΕΩΝ.

7

Harpocration v. Προναία: Ὠνομάζετό τις παρὰ Δελφοῖς Ἀθηνᾶ Προναία διὰ τὸ πρὸ τοῦ ναοῦ ἱδρῦ‐ σθαι. Ταύτην δὲ Ἡρόδοτος ἐν τῇ ηʹ Προ‐ νηΐην ὀνομάζει. Ἱστορήκασι δὲ περὶ αὐτῆς ἄλλοι τε
5καὶ Στάφυλος ἐν τῷ Περὶ Αἰολέων.

t8

ΠΕΡΙ ΑΡΚΑΔΩΝ.

8

Sextus Empiricus C. math.: Στάφυλος δὲ ἐν τῷ Περὶ Ἀρκάδων (sc. Ἀσκληπιὸν κεκεραυνῶσθαι λέγει), ὅτι Ἱππόλυτον ἐθεράπευσε φεύγοντα ἐκ Τροι‐ ζῆνος, κατὰ τὰς παραδεδομένας κατ’ αὐτοῦ ἐν τοῖς
5τραγῳδουμένοις φήμας. Φύλαρχος δὲ κτλ.

t9-13b

INCERTA.

9

Athenaeus II: Στάφυλος δέ φησι τὴν τοῦ οἴνου πρὸς τὸ ὕδωρ κρᾶσιν Μελάμποδα πρῶτον εὑρεῖν.

10

Clem. Al. Protr. c. 2: Ἀγαμέμνονα γοῦν τινα Δία ἐν Σπάρτῃ τιμᾶσθαι Στά‐
φυλος ἱστορεῖ.506

11

Plinius H. N. V, 31, 36: (Cos insula,) ut plures existimant, Merope vocata; Cea, ut Staphylus.

12

Strabo X: Ἐν μὲν Ἀχαιοὶ, ἐν δ’ Ἐτεόκρητες μεγαλήτορες, ἐν δὲ Κύδωνες Δωριέες τε τριχάϊκες δῖοί τε Πελασγοί, pergit:
5Τούτων φησὶ Στάφυλος τὸ μὲν πρὸς ἕω Δωριεῖς κατέ‐ χειν, τὸ δὲ δυσμικὸν Κύδωνας, τὸ δὲ νότιον Ἐτεόκρη‐ τας, ὧν εἶναι πολίχνιον Πρᾶσον, ὅπου τὸ τοῦ Δικταίου Διὸς ἱερόν· τοὺς δ’ ἄλλους, ἰσχύοντας πλέον, οἰκῆσαι τὰ πεδία.

13a

Zenob. V, 76: Πεύκης τρόπον· αὕτη τάττεται κατὰ τῶν πανωλεθρίᾳ ἀπολλυμένων· παρόσον ἡ πεύκη κοπεῖσα οὐκέτι φύεται. Μέμνηται δὲ αὐτῆς Στάφυλος ὁ Ναυκρατίτης.

13b

Tzetzes Hist. IX, 833: Ἐχεπευκές, πανώλεθρον καὶ τὸ πικρὸν κυρίως, ἐκ δένδρου πεύκης δ’ ἔσχηκεν ἄμφω τὴν κλῆσιν ταύτην· ἡ πεύκη γὰρ, ὡς Στάφυλός φησιν ὁ Ναυκρατίτης,
5πανωλεθρίᾳ ὄλλυται, τῆς κορυφῆς κοπείσης.507